Ancient Greek
P.Oxy. 3 529
Documentary Papyri, P.Oxy. 3 529
Not analysed yet
…πρὸ μὲν πάντων εὔχομαί σε ὑγιαίνειν. κόμισαι διὰ Κέρδωνος ὥστε Διονυσίῳ χρίματος κοτύλας δ καὶ σφυρίδιν τραγημάτων ἔχον ἀρίθμια σῦκα ρ κάρυα ρ καὶ ἐλαίου χοὸς ἥμισυ ὃ δώσεις τῷ αὐτῷ Διονυσίῳ κοτύλας τέσσαρας καὶ σοὶ κοτύλας δύο . ἄσπασαί σου τὴν μητέρα καὶ Μᾶτριν καὶ τὰ τέκνα αὐτῆς καὶ τοὺς φιλοῦντάς σε πάντας. ἐγὼ δὲ εἰς Κόπτον μετὰ τοῦ ἡγεμόνος εἶμι …ἀπόδος εἰς τὰ Παυσανίου γενομένου γραμματέως πόλεως Ἀθηναροῦτι Κέρδωνος.