Ancient Greek
P.Oxy. 31 2569
Documentary Papyri, P.Oxy. 31 2569
Not analysed yet
Αὐρηλίῳ Μουνατίῳ ἀγοανομήσαντι καὶ ἐξηγητεύσαντι, γυμνασιαρχ ,βουλευτῇ, ἐνάρχῳ πρυτάνει τῆς Ὀξυρυγχιτῶν πόλεως παρὰ Αὐρηλίου Διδύμου Διδύμου βουλευτοῦ γενομένου μισθωτοῦ ἀνιμήσεως ὑδάτων πολιτικῶν θερμῶν βαλανείων μηνῶν ἐννέα τοῦ διελθόντος ιβ ἔτους. μόλις μὲν καὶ παρὰ δύναμιν διὰ τὸ ἰδίωμα μάλιστα καὶ τοῦ αὐτοῦ παρελθόντος ἔτους διανύσαι τὰ τῆς ὑπηρεσίας περὶ πλείστου ἐποιησάμην ὥστε καὶ κατὰ τοὺς δηλουμένους μῆνας μὴ ἀποδεῆσαι προτραπέντα μηδὲ δὴ πρὸς τὴν τοῦδε τοῦ μηνὸς χορηγίαν ἔξωθεν τῆς μισθώσεως ὄντος. συνορᾶν δὲ καὶ σὲ νομίζω τὴν παροῦσα ἐς τόδε τῆς ἀναβάσεως βραδυτῆτα διʼ ἣν τὸ παρὸν αἱ τῶν κτηνῶν τροφαὶ σπανίζειν δοκοῦσιν ὡς χρῆν σε τοῖς προϊστανομένοις ἀπὸ τῶν ἐξηγητῶν τῶν ἀντλησμῶν τοῦ ἐπιόντος μηνὸς Φαῶφι καὶ αὐτοῦ ὁμοίως τῇ μισθώσει μὴ ἐμφερομένου Σεπτιμίῳ …νι καὶ Ἀγαθῷ Δαίμονι Ποτάμωνος φανερὸν ποιῆσαι, ὅπως τῆς τῶν ἀντλησμῶν τοῦ αὐτοῦ ἑξῆς μηνὸς ἀντιλαβῶνται ὑπηρεσίας, ἐμοῦ διὰ τὴν προειρημένην αἰτίαν ἀπηγορευκέναι ὁμολογοῦντος. ἔτους ιγ Αὐτοκράτορος Καίσαρος Πουπλίου Λικιννίου Γαλλιηνοῦ Γερμανικοῦ Μεγίστου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ. Θὼθ κζ. Αὐρήλιος Δίδυμος βουλευτὴς ἐπιδέδωκα.