Ancient Greek
P.Oxy. 31 2571
Documentary Papyri, P.Oxy. 31 2571
Not analysed yet
Φλαουίῳ Οὐαλεριανῷ βενεφικιαρίῳ τάξεως ἐπάρχου Αἰγύπτου Αὐρήλιος Κάλλιστος Ἀβόριος ἀπὸ κώμης Κεσμούχεως η πάγου τοῦ Ὀξυρυγχίτου νομοῦ. ἐπιζητοῦντι ἡμων τῆς σωματιζομένης ητη χιρισθισαν λειτουργίαν κρέως γενήματος ιβ ἰνδικτίωνος, ἐν μὲν τῷ εἴδει παραδεδώκαμεν ἐν χοίροις κρέως λίτρας πεντακοσίας ἑβδομήκοντα καὶ ἐν ἀργυρίοις χάρταις κρέως λίτρας τριάκοντα ἐκ ταλάντων δύο καὶ δραχμῶν δισχιλίων. κατὰ ταῦτα ὁμολογοῦμεν ὀμνύντες τὸν σεβάσμιον θεῖον ὅρκον πάντων ἀνικήτων τῶν δεσποτῶν Αὐτοκρατόρων τε καὶ Καισάρων μηδὲν διεψεῦσθαι ἢ ἔνοχοι εἴημεν τῷ θείῳ ὅρκῳ καὶ τῷ ἐπηρτημένῳ κινδύνῳ ὡς πρόκειται ἔστι δέ. Εὐδαίμονι πραιποσίτῳ ἐν ἀργυρ λίτραι λ ὑπατείας Φλαουίου Ὄρσου καὶ Πολεμίου τῶν λαμπροτάτων. Μεσορὴ γ. Αὐρήλιος Κάλλιστος ἐπιδέδωκα. Αὐρήλιος …ρος ἔγραψα ὑπὲρ αὐτοῦ μὴ εἰδότος γράμματα.