Ancient Greek
P.Oxy. 31 2582
Documentary Papyri, P.Oxy. 31 2582
Not analysed yet
ἔτους ἑνδεκάτου Τιβερίου Κλαυδίου καίσαρος σεβαστοῦ Γερμανικοῦ αὐτοκράτορος Μεχεὶρ ἕκτῃ σεβαστῇ ἐν Εὐεργέτιδι τῇ ὑπὲρ Μέμφιν ἐπʼ ἀγορανόμου Ἁρβεῦς ἐπρίατο Πασίων Ἁρθώνιος τῶν ἀπὸ Ὀξυρύγχων πόλεως τῆς Θηβαίδος ὡς ἐτῶν νβ μέσος μελίχρως μακροπρόσωπος οὐλὴ καρπῷ ἀριστερῷ παρὰ Μητροφάνους Ἡρᾶτος τῶν ἀπὸ κώμης Τααμήχεως τοῦ Κωίτου τοῦ ὑπὲρ Μέμφιν Ἡρακλεοπολείτου ὡς ἐτῶν νη μέσου μελίχρου μακροπροσώπου οὐλὴ πήχει ἀριστερῷ ἐν ἀγυιᾷ Εὐόρμῳ ἣν ἔφη ὁ Μητροφάνης ὑπάρχειν αὐτῷ οἰκογένην δούλην ᾗ ὄνομα Δημητροῦν ὡς ἐτῶν κε μέσην μελίχρουν …