Ancient Greek
P.Oxy. 31 2583
Documentary Papyri, P.Oxy. 31 2583
Not analysed yet
ὁμολογοῦσιν ἀλλήλοις Διόφαντος Ἡρακλείου τοῦ Διοφάντου καὶ Ὡρίων θέσει τοῦ αὐτοῦ Ἡρακλείου ἀμφότεροι ἀπὸ Ὀξυρύγχων πόλεως διῃρῆσθαι πρὸς ἑαυτοὺς τὰ ἀπολειφθέντα αὐτοῖς ἐξ ἴσου ὑπὸ τοῦ Ἡρακλείου ἔπιπλα καὶ σκεύη καὶ ἐνδομενίαν καὶ πυρὸν καὶ ἕτερα ὄσπρεα καὶ οὓς ἔχουσι ὁμοίως ἐξ ἴσου ὄνους δύο ,καὶ ἑκάτερον αὐτῶν παρειληφέναι αὐτόθι εἰς ἴδιον συνπεπ…μένον ἃ καὶ κεκλήρωται εἰς τὸ κατʼ αὐτοὺς ἥμισυ μέρος ἀπὸ τῶν δύο ὄνων ὄνον ἕνα . καὶ μὴ ἐνκαλεῖν ἑκάτερον αὐτῶν τῷ ἑτέρῳ περὶ τούτων, ὁ δὲ Διόφαντος μηδὲ περὶ τῆς γεναμένης εἰς κοινὰ αὐτοῦ καὶ τοῦ Ἡρακλείου γεώργια προχρήσεως πάσης καὶ ἧς εἶχεν ὁ Ἡράκλειος κοινῆς λοιπογραφίας διὰ τὸ ἀπεσχηκέναι αὐτὸν παρὰ τοῦ Ὡρίωνος τὸ ἐπιβάλλον αὐτῷ μέρος, ἀμφότεροι δὲ μηδὲ περὶ ἑτέρου τινὸς γραπτοῦ ἢ ἀγράφου πράγματος …ου τῶν εἰς αὐτοὺς ἢ τὸν Ἡράκλειον …οντων ἐκ τῶν ἐπάνω χρόνων μέχρι τῆς ἐνεστώσης ἡμέρας παρευρέσει μηδεμιᾷ. …πρόβατα πάντα καὶ ὁ χόρτος ὁ συν…νος ἐν τῇ χορτοθήκῃ καὶ ἡ γεωργία …πο… τῆς μισθώσεως χρόνου οὗ ἐμισθώσατο ὁ Ἡράκλειος περὶ Σχοῖβιν κλήρου ἀκολούθως τῇ μισθώσει ἐστι τοῦ μὲν Διοφάντου …ἥμισυ τέταρτον μέρος τοῦ δὲ Ὡρίωνος …ντετ…ροσμενοντων …