Ancient Greek
P.Oxy. 31 2587
Documentary Papyri, P.Oxy. 31 2587
Not analysed yet
Αὐρήλιος Πολυδεύκης Ὡρίωνος Ἀντινοεύς, φυλῆς Παυλινίου τοῦ καὶ Μεγαλισίου Ἀυρηλίῳ Ἑρμεια…το …ντους ἀπὸ τῆς αὐτῆς πόλεως χαίρειν. ὁμολογῶ ἀπεσχηκέναι παρά σου ἀφʼ ὧν μοι ὀφείλεις ἀργυρίου Πτολεμαϊκοῦ νομίσματος δραχμῶν χιλίων καινοῦ νομίσματος δραχμὰς χιλίας . κυρία ἡ ἀποχὴ ἁπλῆ γραφεῖσα καὶ ἐπερωτηθεὶς ὑπὸ σοῦ ὡμολόγησα. ἔτους ϛ Διοκλητιανοῦ καὶ ἔτους ε Μαξιμιανοῦ Σεβαστῶν. Θὼθ κ. Αὐρήλιος Πολυδεύκης Ὡρίωνος ἔσχον τὰς τοῦ καινοῦ δραχμὰς χιλίας .