Ancient Greek
P.Oxy. 31 2588
Documentary Papyri, P.Oxy. 31 2588
Not analysed yet
Διογένης τῶν ἠγορανομηκότων καὶ γεγυμνασιαρχηκότων διʼ Ἑρμίου οἰκονόμου σιτολόγοις ἄνω τοπαρχίας Σκὼ τόπων. διαστείλατε ἀφʼ οὗ ἔχετέ μου ἐν θέματι πυροῦ γενήματος ια ἔτους Ἀντωνείνου καίσαρος τοῦ κυρίου Θώνει Θώνιος τοῦ Θωνσίου ἀπʼ Ὀξυρύγχων πόλεως πυροῦ ἀρτάβας ιθ 𐅵,γίνονται πυροῦ ἀρτάβαι δέκα ἐννέα ἥμισυ. ἔτους ιβ Ἀντωνίνου τοῦ κυρίου Θὼθ κζ.