Ancient Greek
P.Oxy. 31 2597
Documentary Papyri, P.Oxy. 31 2597
Not analysed yet
Κεφαλίων Ἡρακλᾷ τῶι τιμιωτάτωι χαίρειν. γενόμενος ἐν Ἀλεξανδρείᾳ ἀναφόρια παρέδωκα τῷ κυρίῳ ἡγεμόνι· καὶ οὐδέν μοι ὑπεγράφη μέχρι τούτου. οὐ κάμνει δέ σου ὁ ἀντίδικος ἐντυνχάνων. οὐδʼ ἐγὼ ὑποτυγχάνων, ὥστε ἀκοῦσαι με προσκαρτέρει τῇ τάξει, καὶ ὅταν ἀναγορευθῇς, ὑποτεύξῃ. τοῦτο δὲ οὐκ ἔσται ὀλίγου χρόνου, ὡς γε οἶμαι. ὁ γὰρ κύριος ἡγεμὼν ἐξέρχεται τῇ νεομηνίᾳ τοῦ Ἁθὺρ εἰς Ἑρμοῦ πόλιν ἀπαρτίσαι τὰς διαγνώσεις, καὶ προέθηκεν πρόσταγμα περὶ τούτου. ἐὰν οὖν δόξῃ σοι διαπέμψαι μοι δραχμὰς μ, καὶ ἐπιστολὴν πρὸς τὸν παῖδα σου ὥστε παρʼ αὐτοῦ ἄλλας δραχμὰς μ λαβεῖν με, ἵνα …ης τῇ ὅλῃ διμήνῳ ευ …ε…ν…μενος πε …Ἡρακλᾷ πρεσβυτέρῳ ἀπὸ Κεφαλίωνος.