Ancient Greek
P.Oxy. 31 2598 a
Documentary Papyri, P.Oxy. 31 2598
Not analysed yet
Ξένος τῷ κυρίῳ Ἀμμ ……τῳ πολλὰ χαίρειν. τὸ προσκύνημά σου ποιῶ παρὰ τῷ κυρίῳ Σούχῳ εὐχόμενός σοι πάντοτε τὴν ὁλοκληρίαν. πᾶν ποίησον …δοῦναι μοι μαμυλιώνων ζεῦγος καὶ ζεῦγος φασκιδίων πιλωτῶν καὶ πιλίον, καὶ τούτων τὴν τιμήν μοι ἀντιγράψαι διʼ ἀσφαλοῦς …ἀνθρώπου οὗ σοι δοκεῖ …ἀλλὰ ἐν τάχει κύριε …ἐρρῶσθαι σε εὔχομαι. …Ξένος ἡνίοχος Ἀμμ… χαίρειν. τὸ προσκύνημά σου ποιῶ παρὰ τῷ κυρίῳ Σούχῳ εὐχόμενός σοι πάντοτε τὴν ὁλοκληρίαν. πᾶν ποίησον πέμψαι μοι ζεῦγος μαμυλιώνων καὶ πιλίον καὶ φασκιδίων πιλωτῶν ζεῦγος, καὶ τούτων τὴν τιμήν μοι ἀντιγράψαι διʼ ἀσφαλοῦς ἀνθρώπου, ἵνα οὕτως αὐτῷ τὸ κέρμα ἀποκαταστήσω ……ἡνιόχου Ἀμμ… ἀλείπτῃ. δὶς ἔγραψα.