Ancient Greek
P.Oxy. 31 2600
Documentary Papyri, P.Oxy. 31 2600
Not analysed yet
κυρίῳ μου Σαραπίωνι Κοπρίας εὖ πράσσειν. καθώς μοι ἐνετείλω πρόνοια ἡ προσήκουσά σοι γέγονεν ἐν τοῖς οἴνοις. ἀμεριμνεῖν οὖν κατὰ τοῦτο τὸ μέρος ὀφείλεις. τὸν ἀδελφὸν Ἀπολινάριον παρακατατίθεμαί σου τῇ χρηστότητι ὅνπερ οὐδὲ αὐτὸς ἀγνοεῖς. ἐπιδώσεις οὖν σεαυτὸν ἐν οἷς ἐὰν σου δέηται. ᾧ καλῶς ποιήσεις μεταβαλόμενος εἰς ἀναγκαίας μου χρείας ἀργυρίου καινοῦ τάλαντα τέσσαρα. ἀλλὰ μὴ ἐνεδρεύσῃς τὸν σὸν Κοπρίαν. ἐπίστασαι δὲ καὶ αὐτὸς ὡς οὔκ εἰμι ἀναίσθητος. ἐρρῶσθαί σε εὔχομαι. …Κοπρίας αρχ