Ancient Greek
P.Oxy. 31 2599
Documentary Papyri, P.Oxy. 31 2599
Not analysed yet
τῷ κυρίῳ μου πατρὶ Ἀπειθέωνι Ταῧρις χαίρειν πέμψον ἡμῖν δύο κτενία γερδιαινῶν καὶ δύο ὀγκίας στυρακίου ἀλλὰ καὶ δύο κτενία μεγάλα τῆς κεφαλῆς. καθὼς εἴρηκάς μοι εἰς τὸ χωρίον πέμπω σοι τὰ τοιαῦτα, πέμψον. τὸ πορφύριον ὃ ἔλεγες ὅτι ἀγοράζω ἀγόρασον. εἰπὲ οὖν τῇ ἀδελφῇ τῆς γυναικὸς Διοσκόρου λέγειν Διδύμῃ ὅτι καθὼς εἴρηκας δικαρυτιδα εἰ ποιεῖς, αὐτὰ ποίησον, εἰ οὐ ποιεῖς, τὸ πορφύριον καὶ τὰ στυππεῖα τοῦ πατρός μου. ἀσπάζομαι Εισθυρ καὶ τὴν ἀδελφήν σου Σουσάννα. καθὼς εἴρηκας οὖν, Κύρα, ὅτι πέμπω σοι σαβακάθια, πέμψον, καὶ πέμπω σοι τὰ τῶν Αἰγυπτίων. ἀσπάζομαί σε, Κύρα, καὶ τὴν ἀδελφήν σου καὶ τὴν ἀδελφὴν τῆς μητρός σου. τῷ κυρίῳ μου ἀδελφῷ Θεωδώρῳ Ταῧρεις πλεῖστα χαίρειν. ἀγόρασόν μοι, κύριέ μου ἄδελφε, τρία σαβακάθια καὶ τὸ καλίγιον κ… ὃ εἴρηκας καὶ τρία σόλια τὰ εἰς βαλανεῖα· τὸ ἡμιλίτριον τρυφερὸν ὃ ἔδωκά σοι εἰς χρῆσιν λάβε ποίησον αὐτὸ φακιάριον ἢ φέρε αὐτοῦ τὴν τιμήν· πέμψον μοι δύο κτενία μεγάλα. καθὼς εἴρηκας ὅτι …ἀγοράζω, ἐρχόμενος ἔξω μνήσθητι τοῦ ὅρκου· τὸ μικρὸν μανουάλιον τὸ εἰς τὸν σάκκον μηδενὶ αὐτὸ δῷς. ἔνεγκον αὐτὸν ἐρχόμενος. ὃ ἡμιλίτριον τρυφερὸν α…ειν…το εἰς τὸ καβιειν. εἶπε ὁ υἱὸς Ἡρακλειανὸς ὅτι τὰ δύο τάλαντα, εἰ δοκεῖ σοι, απο… πορφύριον ἀγόρασον. ἀσπάζομαί σε Ηρακλ…ν καὶ τὸν σύμβιόν σου. ἀσπάζομαι Θεοδ…ου. ταχὺ ἔρχῃ ἵνα ἴδωμέν σε.