Ancient Greek
P.Oxy. 33 2668
Documentary Papyri, P.Oxy. 33 2668
Not analysed yet
Αὐρήλιος Διοσκουρίδης ὁ καὶ Ἰουλιανὸς στρατηγὸς Ὀξυρυγχείτου Κλαυδίῳ Ἡρακλείῳ τῷ καὶ Πλουτάρχῳ πραιποσίτῳ α πάγου τῷ φιλτάτῳ χαίρειν. κατὰ κέλευσιν τοῦ κυρίου μου ἐπιτρόπου τῆς Ἑπτανομίας Οὐαλερίου Σαραποδώρου σπούδασον ποιῆσαι παρασχεθῆναι ἀπὸ τοῦ σοῦ πάγου Χαιρήμονι Στεφάνῳ καὶ Σερήνῳ Νεμεσίωνι ἀπὸ τοῦ Ὀξυρυγχείτου καὶ τοῖς τούτου κοινωνοῖς πραγματευταῖς, ἀνθʼ ὧν παρέσχον ἐπὶ τῆς Μεμφειτῶν πόλεως τοῖς ἐκεῖσε διακειμένοις γενναιοτάτοις στρατιώταις κρέως λιτρῶν Δων ὧν τῆς γενομένης διαδόσεως τὰς φωρμαρίας μετὰ χεῖρας ἐπάγονται, τὰς ἴσας λίτρας τετρακισχιλίας ὀκτακοσίας πεντήκοντα ,λαβὼν παρʼ αὐτῶν τὰς αὐτὰς φωρμαρίας ὑπὲρ τοῦ παραδεχθῆναι τοῖς τὴν χορηγίαν ποιουμένοις κατʼ ἄνδρα τῇ στρατηγικῇ τάξει παραθέμενος τῶν τὴν εἰσφορὰν τοῦ σταθμοῦ τούτου ποιουμένων ἐρρῶσθαί σε εὔχομαι φίλτατε ὑπατείας τοῦ δεσπότου ἡμῶν Μαξιμίνου Σεβαστοῦ τὸ β Μεσορὴ κθ …κθ …