Ancient Greek
P.Oxy. 33 2669
Documentary Papyri, P.Oxy. 33 2669
Not analysed yet
Ἀπολλωνίωι καὶ Διδύμωι τοπογραμματεῦσι καὶ κωμογραμματεῦσι Ὀξυρύγχων πόλεως παρὰ Μενάνδρου καὶ Ἱέρακος ἀμφοτέρων Ἁρβείχιος. ὁ ἀπογραφόμενος εἰς τὴν ὑπάρχουσαν ἡμῖν μητρικὴν οἰκίαν ἐπὶ λαύρας χηνοβοσκῶν Ὀρσενοῦφις Μεγχεῦς χαλκοτύπος ἀνεχώρησεν εἰς τὴν ξένην ἔτι πρὸ πλείονος χρόνου πόρον μὴ ἔχων. καὶ ὀμνύομεν Τιβέριον Κλαύδιον καίσαρα σεβαστὸν Γερμανικὸν αὐτοκράτορα ἀνακεχωρηκέναι τὸν Ὀρσενοῦφιν καὶ μὴ ὑπάρχειν αὐτῷ πόρον μηδὲ μὴν ἐστρατεῦσθαι …ι στρατεύσηται …ὑμῖν. εὐορκοῦσι μὲν ἡμῖν εὖ εἴη, ἐπιορκοῦσι δὲ τὰ ἐναντία. διὸ ……του…