Ancient Greek
P.Oxy. 33 2679
Documentary Papyri, P.Oxy. 33 2679
Not analysed yet
Ὀνήσιμος Αὐρηλίῳ Σαραπίωνι ἀδελφῷ Ἀθηναίου τῷ φιλτάτῳ χαίρειν. κόμισαι τὰ οἰκονομίδια ἀπηρτισμένα. ἔπεμψά σοι πρὸ τούτων διὰ Ὀσοράπιος ἱερέως τὴν οὐγκίαν τῆς πορφύρας καὶ πρὸ αὐτοῦ διὰ Πολυδεύκους βιβλία. περὶ ὧν δήλωσον. ἀσπάζου τὸν ἀβάσκαντον υἱὸν καὶ πάντας τοὺς ἐν οἴκῳ. ἐρρῶσθαί σε εὔχομαι.