Ancient Greek
P.Oxy. 33 2680
Documentary Papyri, P.Oxy. 33 2680
Not analysed yet
Ἀρσινόη Σαραπιάδι τῆι ἀδελφῆι χαίρειν. Ἀχιλλᾶτος καταπλέοντος ἀναγκαῖον ἔγνων διὰ γραπτοῦ σε ἀσπάσασθαι. περὶ οὗ μοι ἔγραψας ὅτι ἐτελέσθη, καλῶς ποιήσεις δοῦσα αὐτὸ Ἀχιλλᾶτι τῶι ἀδελφῷ μου ἵνα μοι αὐτὸ ἐνέγκῃ. κόμισαι διʼ αὐτοῦ Ἀχιλλᾶτος ταρείχων κεράμιον …ξιμος. ἐὰν αἱ ὁδοὶ στερεωθῶσι εὐθέως ἀπελεύσομαι πρὸς τὸν γεωργόν σου καὶ αἰτήσω αὐτὸν τὰ ἐκφόριά σου. ἐὰν ἄρα μοι αὐτὰ δῷ. ἔδει γάρ σε ἐπιστολήν μοι πέμψαι πρὸς αὐτόν. ὅμως εἰ πάλιν προέγραψας αὐτῷ ἐμοὶ αὐτὰ δοῦναι, ἀπελεύσομαι καὶ λήμψομαι αὐτά. ἄσπασαι Πολυκράτην καὶ τοὺς σοὺς πάντας. ἀσπάζεταί σε Πόλητα καὶ Δημητροῦς. ἐάν τι θέλῃς πεμφθῆναί σοι, γράψον μοι καὶ εὐθέως σοι πέμψω. τὸ κεράμιον τῶν ταρειχίων διὰ τὸ συμπεπτωκέναι ἐπέλησα. τὰ δὲ ὑποκάτω κρειττόνα ἐστὶν τῶν ἐπάνω. ἔρρωσο. Χοιὰκ κζ ἀπὸ Ἀρσινόης Σαραπιάδι γυναικὶ Πολυκράτους.