Ancient Greek
P.Oxy. 33 2682
Documentary Papyri, P.Oxy. 33 2682
Not analysed yet
Ἀμμῶνις Θερμουτίωνι τῷ ἀδελφῷ πλεῖστα χαίρειν. πρὸ μὲν πάντων τὸ προσκύνημά σου ποιῶ καθʼ ἑκάστην ἡμέραν παρὰ τῷ θεῷ. ἔπεμψέ μοι Διονύσιος ὅτι πάντα εἴληφε Θερμουτίων καὶ οὐδέν μοι ἔπεμψας. πᾶν οὖν ποίησον, ἄδελφε, πέμψον μοι τὸ μαφόρτιον καὶ τὸ δελματίκιον λινοῦν καὶ περὶ οὗ εἴρηκά σοι λωδικίου. οἶσθα μου γὰρ τὸ μέτριον, ὅτι χρῄζω αὐτῶν. Ἡσοιχίῳ αὐτὰ δός. ἀσπάζεταί σε ἡ σύμβιός μου, ἀσπάζεταί σε ἡ θυγάτηρ μου Θεωνίλλα ἀσπάζω …α τὸν ἀδελφόν μου Σταίφανον. ἐρρῶσθαι ὑμᾶς εὔχομαι. ἀσπάζω Ἀμμῶνιν τὸν κιθαρωδόν …Θερμουτίωνι παρὰ Ἀμμωνίου ἀδελφοῦ.