Ancient Greek
P.Oxy. 33 2681
Documentary Papyri, P.Oxy. 33 2681
Not analysed yet
Εὐδαίμων Ζωιλᾷ φροντιστῇ χαίρειν. τὸ ἐπιστολίδιον διʼ Ἐλευθέρου ἔπεμψα τῷ ἐπὶ τῆς ἐμβολῆς. ἴσθι ὅτι οἱ Γωνιῶται ἐσχήκασι στρατιώτας παρὰ τοῦ ἡγεμόνος ἐπὶ ζήτησιν τῶν Μαστιτῶν. εἴτε οὖν κριθὴν εἴτε φακῆν εἴτε χόρτον σύνλεξον καὶ πάτησον πρὶν θόρυβον γενέσθαι. ἔρρωσο.