Ancient Greek
P.Oxy. 34 2709
Documentary Papyri, P.Oxy. 34 2709
Not analysed yet
Ἀνδροσθένει τῷ καὶ Ῥούφῳ στρατηγῷ Ὀξυρυγχίτου παρὰ Δημαρίου Ἀπίωνος τοῦ Δωρίωνος, μητρὸς Ἑλένης, ἀπʼ Ὀξυρύγχων πόλεως, μετὰ κυρίου τοῦ πατρὸς Ἀπίωνος Δωρίωνος, μητρὸς Κλευπαροῦτος, ἀπὸ τῆς αὐτῆς πόλεως· ὁ ἀνήρ μου, Διονύσιος ὁ καὶ Σαραπίων Ἀπολλωνίου, μητρὸς Σινθώνιος, ἀπὸ τῆς αὐτῆς πόλεως, ἐτελεύτησε τῇ διελθούσῃ δευτέρᾳ ἀδιάθετος ἐπὶ κληρονόμοις ἀφήλιξι αὑτοῦ ἐξ ἐμοῦ τέκνοις, Ἑρμῇ καὶ Ἡραίδι. ἐπιδίδουσα οὖν τὸ βιβλίδιον, ἀξιῶ ἐπιστεῖλαι τῷ τῆς πόλεως γραμματεῖ ἐπίτροπον τῶν ἀφηλίκων καταστῆσαι πρὸς τὸ μηδὲν αὐτοῖς παραπολέσθαι. ἔτους ιδ Αὐτοκρατόρων Καισάρων Λουκίου Σεπτιμίου Σεουήρου Εὐσεβοῦς Περτίνακος Ἀραβικοῦ Ἀδιαβηνικοῦ Παρθικοῦ Μεγίστου καὶ Μάρκου Αὐρηλίου Ἀντωνίνου Εὐσεβοῦς Σεβαστῶν Καίσαρος Σεβαστοῦ· Μεχεὶρ κδ. Δημάριον Ἀπίωνος ἐπιδέδωκα. Ἀπίων Δωρίωνος ἐπιγέγραμμαι τῆς θυγατρός μου κύριος, καὶ ἔγραψα ὑπὲρ αὐτῆς μὴ εἰδυίης γράμματα.