Ancient Greek
P.Oxy. 34 2710
Documentary Papyri, P.Oxy. 34 2710
Not analysed yet
…ιτι…κ… τομ α ἑρμηνεία τῶν Ῥωμαϊκῶν Λουκίῳ Μουσσίῳ Αἰμιλιανῷ τῷ διασημοτάτῳ ἐπάρχῳ Αἰγύπτου παρὰ Αὐρηλίας Ἡρᾶτος Κάστορος μητρὸς Σύρας ἀπʼ Ὀξυρύγχων πόλεως. ἐρωτῶ, κύριε, δοῦναί μοι κύριον ἐπιγραφησόμενον κατὰ νόμον Ἰούλιον Τίτιον καὶ δόγμα συνκλήτου Αὐρήλιον Χαιρήμονα υἱὸν Διογένους ἀρχιερατεύσαντος τῆς αὐτῆς πόλεως· ἐδόθη κυρίοις ἡμῶν αὐτοκράτορσι Μακριανῷ τὸ β καὶ Κυήτῳ τὸ …ὑπάτοις ἔτους α Παχὼν κβ.