Ancient Greek
P.Oxy. 34 2714
Documentary Papyri, P.Oxy. 34 2714
Not analysed yet
Αὐρηλίῳ Σαβείνῳ στρατηγῷ Ὀξυρυγχείτου διʼ Αὐρηλίου Πετρωνίου διαδόχου παρὰ Αὐρηλίων Παγώνιος Πα…τος καὶ Παταύριος Σαρᾶτος ἀμφοτέρων κωμαρχῶν ἐποικίου Πανευὶ τοῦ διελθόντος γ ἔτους· γραφὴ λειτούργων τοῦ ἐνεστῶτος δ ἔτους ἡ συσταθεῖσα ὑφʼ ἡμῶν γνώμῃ τῶν ἀπὸ τοῦ ἐποικίου· ἔστι δέ· κωμάρχαι· Τηλέμαχος Σαρᾶτος μητρὸς Ἑλένης Πατᾶς Ἡρακλήου μητρὸς Τακαθίδος ἐπιστάτης εἰρήνης· Πατάρχης Πεκύσιος μητρὸς Πλουτάρχης πεδιοφύλαξ· Κάστωρ Τηλεμάχου μητρὸς Ταύριος τηρηταὶ κώμης καὶ καρπῶν· Πλουτίων Διογᾶτος μητρὸς Ἡρακλοῦτος Πεκῦσις Ἀμμωνίου μητρὸς Ταμούνιος Κεφάλων Παποντῶτος μητρὸς Τααρφοκρᾶτος Πέττιρις Μετάιτος μητρὸς Κολλαύχιος ἁλωνοφύλαξ· Σαίων Ὥρου μητρὸς Πλουτάρχης οἱ πάντες ἀπὸ τοῦ αὐτοῦ ἐποικίου εὔποροι καὶ ἐπιτήδειοι ταῖς χρείαις. τελ ἔτους δ Αὐτοκρατόρων Καισάρων Πουπλίου Λικιννίου Οὐαλεριανοῦ καὶ Πουπλίου Λικιννίου Οὐαλεριανοῦ Γαλλιηνοῦ εὐσεβῶν εὐτυχῶν σεβαστῶν· Θὼθ α· Αὐρήλιοι Παγῶνις καὶ Παταῦρις ἐπιδεδώκαμεν· Αὐρήλιος …ων Πλουτίωνος ἀπʼ Ὀξυρύγχων πόλεως ἔγραψα ὑπὲρ αὐτῶν μὴ εἰδότων γράμματα.