Ancient Greek
P.Oxy. 34 2715
Documentary Papyri, P.Oxy. 34 2715dupl
Not analysed yet
ὑπατείας Φλαουίου Ὁνωρίου τοῦ ἐπιφανεστάτου καὶ Φλαουίου Εὐοδίου· Θὼθ α· Φλαουίῳ Ἡσυχίῳ λογιστῇ Ὀξυρυγχίτου παρὰ Αὐρηλίου Μουσέως Θέωνος ἀπὸ τῆς αὐτῆς πόλεως συστάτου φυλῆς Δρόμου Γυμνασίου καὶ ἄλλων ἀμφόδων· δίδωμι καὶ εἰσαγγέλλω τῷ ἰδίῳ μου κινδύνῳ εἰς ναυτικὴν ὑπηρεσίαν δημοσίων πλοίων πλατυπηγίων ἐπʼ ἐνιαυτὸν ἕνα τῶν ἀπὸ νευμηνίας Θὼθ ἕως Μεσορὴ ἐπαγομένων πέμπτης καὶ αὐτῆς πέμπτης τοῦ ἐνεστῶτος ἔτους ξγ λβ τῆς ἐνεστώσης πεντεκαιδεκάτης ἰνδικτίονος τὸν ἑξῆς ἐνγεγραμμένον ὄντα ἐπιτήδειον πρὸς τὴν χρείαν· ἔστι δέ· Αὐρήλιος Ἀντίωχος Δωροθέου ἀπὸ τῆς αὐτῆς πόλεως τῆς αὐτῆς φυλῆς. Αὐρήλιος Μουσῆς συστάτης ἐπιδέδωκα.