Ancient Greek
P.Oxy. 34 2726
Documentary Papyri, P.Oxy. 34 2726
Not analysed yet
Πανεχώτης Ἡφαιστίωνι τῶι καὶ Σαραπίωνι τῷ τιμιωτάτῳ χαίρειν· φθάνω μέν σοι δεδηλωκὼς ἣν ἔχω πρὸς σὲ στοργήν· καὶ νῦν δὲ σοῦ δέομαι, κύριε, μὴ περιιδεῖν μου τὴν ἀξίωσιν· τῷ γὰρ ἀναδιδοῦντί σοι τὸ ἐπιστόλιον ἔδωκα δημοσιώσεις δύο καὶ τούτων τὰς ἐπιστολὰς καὶ δραχμὰς λβ· τὸν οὖν τούτων χρηματισμὸν εὐθέως, καθὼς ἔθος ἔχεις, ἀπαρτίσας δώσεις αὐτῷ ἢ ᾧ ἐὰν δοκιμάσῃς ἑτέρῳ ἀσφαλεῖ εἰς τὴν Διδύμου τράπεζαν πρὸς τῇ βιβλιοθήκῃ ἢ εἰς τὸ Ἡρακλείδου νομογραφεῖον· ὅ τι οὖν ἐὰν ἀναλώσῃς δηλώσεις· ἐὰν δέ τι ἐνδέῃ εἰς τὰ γραμματικά, δώσει σοι ὁ φίλος καὶ τοῦτο αὐτῷ ἀποκαταστήσω· ἔρρωσό μοι, κύριε, πανοικησίᾳ. Ἡφαιστιων… νομογρ…