Ancient Greek
P.Oxy. 34 2727
Documentary Papyri, P.Oxy. 34 2727
Not analysed yet
Βάσος Εὐλογίῳ ἀδελφῷ χαίρειν καλῶς ποιήσεις ὁμιλήσας τῷ Ἀμόι περὶ τῆς οἰκίας τοῦ ἐπιβάλλοντος αὐτῷ μέρους καὶ δηλώσας μοι τὴν ποσότητα τῆς τιμῆς καὶ ὡσαύτως Ἀπολλωνίῳ καὶ Θεοδώρῳ· ἀλλʼ ὅρα μὴ ἀμελήσῃς, ἄδελφε. ὡς γὰρ οἶδας, ἀπαραίτητός ἐστιν ἡ χρεία· νομίζω ὅτι καί σοι καταφαίνεται εὔλογον εἶναι τὸ ἀποδημῆσαι, λοιπὸν ἤδη καὶ θερμανθέντων τῶν ἀέρων· εἰ οὖν τι ἔχεις ἐν χερσί, διαθοῦ αὐτό, ἵνα, ἐὰν μηδὲν ἐναντίον, τῇ δεκάτῃ ἐξορμήσωμεν· ἐὰν ᾖ σοι ἀβαρές, σκυλεὶς πρὸς Θέονα τὸν σκυτέα καὶ Γερόντιον ποίησον αὐτοὺς γενέσθαι πρὸς μὲ ἅμα τῷ τὰ γράμματά σοι ἐπιφέροντι, καὶ Διοσκουρίδην δὲ τὸν χρυσοχόον· ἐπίστειλον δέ μοι πάντως. ἐρρῶσθαί σε εὔχομαι, κύριε ἄδελφε, πανοικεὶ ἐπὶ μήκιστον χρόνον.