Ancient Greek
P.Oxy. 34 2730
Documentary Papyri, P.Oxy. 34 2730
Not analysed yet
Ὡρίων Ἡρακλίῳ τῶι φιλτάτῳ χαίρειν. διπλωμάτιον σφραγισάτω μοι ἐπὶ τοὺς δημοσίους τῆς Ἐντείεως ἐπεὶ ἐκλάπη μηχανὴ ἡμῶν ἐν ἀγρῷ τὸν πεδιοφύλακα καὶ τοὺς ἐπὶ τῆς εἰρήνης καὶ τὸν ἀρχέφοδον ἐντυχόντος Σαραπίωνος γυμνασιάρχου ἵνα ἀνενέγκω αὐτοὺς τῇ ι δεκάτῃ ἐμου ἀνερχομένου· μελησάτω σοι δέ, ἐπεὶ ἱκανῶς καταφρονοῦσι τῆς οἰκίας ἡμῶν ἐν παντὶ πράγματι μᾶλλον τοῦτον τὸν ἀρχέφοδον. ἔπεμψα τὸν σῖτον διὰ Πεκῦσιν ὀνηλάτου. ἐρρῶσθαι εὔχομαι.