Ancient Greek
P.Oxy. 34 2731
Documentary Papyri, P.Oxy. 34 2731
Not analysed yet
τῇ κυρίᾳ μου μητρὶ Ζηνοβίᾳ Μάξιμος ἐν κυρίῳ θεῷ χαίρειν. καὶ νῦν κατʼ εὐχὴν συμβέβηκεν εὐπορεῖν τοῦ προσερχομένου καὶ τὴν σὴν ἀμίμητον διάθεσιν προσειπεῖν. πρόσειπε ἀπʼ ἐμοῦ τὴν σύμβιόν μου Σαλαμάει· ἀσπάζεται ὑμᾶς ἡ μήτηρ μου Ῥουφῖνα· πρόσειπε ἀπʼ ἐμοῦ τοὺς ἀδελφούς μου κατʼ ὄνομα· ἅπαξ καὶ δὶς καὶ τρὶς ἐδήλωσά σου τοῦ σε ἀποστεῖλαι τὴν σύμβιόν μου καὶ οὐκ ἐβουλήθης· νῦν δὲ μὴ ἀμελήσῃς νυκτὸς καὶ ἡμέρας τοῦ σε ἀποστεῖλαί με τὴν σύμβιόν μου. κλέος γάρ μού ἐστιν καὶ ε…δ…ξι… τοῦ με παριέναι πρὸς ὑμᾶς· πάλαι μὲν καὶ ὑμεῖς οὐκ ἀγνοεῖτε ὅτι ὁ κύριός μου πραιπόσιτιος οὐκ ἀπολύει οὐδένα. παρακαλῶ δέ, ἀντιγράψατέ μοι ὑπὲρ τῆς ὑμῶν ὑγιείας ἵνα ὑπερθέμενος ευθυμης… προσαγορεύω πάντας τοὺς ἡδέως ὑμᾶς ἔχοντας κατʼ ὄνομα. ἐρρῶσθαι ὑμᾶς εὔχομαι πολλοῖς χρόνοις. …Ζηνοβίᾳ παρὰ Μαξίμου …χαίρειν