Ancient Greek
P.Oxy. 34 2732
Documentary Papyri, P.Oxy. 34 2732
Not analysed yet
Π πάραυτα τοῦ ἀπαντῆσαί με ἐπὶ τῆς Πηλουσιωτῶν τὰ γράμματα τῆς ὑμετέρας μεγαλοπρεπείας παρεσχόμην τῷ τριβούνῳ Ἀφθονίῳ καὶ ταῦτα ἀναγνοὺς ἔφησεν λέγων ὅτι ὅλα τὰ κελλαρικὰ εἰς πλῆρες εισ…εδεξάμην· ὡς δὲ νομίζω ὅτι καὶ τὸ βουκκελλᾶτον καὶ τὰ ταριχηρὰ καὶ ἄλλα τινὰ ἠφανίσθησαν καὶ θεὸς μόνος οἶδεν ὅτι πρὸ πολλοῦ ἐζήτησα αὐτὰ γομῶσαι εἰς πλοῖον καὶ διὰ τὸ μὴ ἐπηρεασθῆναι αὐτὰ ὑπὸ τῶν ναυτῶν τούτου χάριν οὐκ ἀπέστειλα εἰ οὖν δοκεῖ τῇ αὐτοῦ μεγαλοπρεπείᾳ ἀποστεῖλε εἰδικὸν ἄνθρωπον ἑαυτοῦ ταῦτα πάραυτα παρέχω· εἶπεν δὲ ὁ κύριος Ἀφθόνιος ὅτι ἐγὼ καὶ τὰ ναῦλα τοῦ πλοίου παρέχω· εἰ οὖν δοκεῖ τῷ ὑμετέρῳ μεγέθει πέμψε τινὰ τῶν παίδων ταῦτα ἀποστέλλεται· προσκυνεῖ δὲ ὁ αὐτὸς ἀνὴρ τὴν ὑμετέραν μεγαλοπρέπειαν· περὶ δὲ τοῦ φίλου παρασχηκὼς αὐτῷ τὰ γράμματα ἀνέγνω καὶ εἶπεν ὅτι οὐδὲν χρεωστῶ εἶπεν δὲ αὐτῷ καὶ ὁ κύριος Θεόγνωστος καὶ εἶπεν ὅτι οὐδὲν χρεωστῶ· ἐπειδὴ δὲ ἐν τῷ ζεύγματι ἦμεν, εἶπεν ὅτι εἰς Θμοῦειν τὸν λόγον ποιῶ τῇ σῇ ἀρετῇ· οὐδεὶς δὲ τέως παρῆλθεν ἀπὸ τῆς πανευδαίμονος Κωνσταντινουπόλεως· εἰ δὲ ἔλθῃ τις περιεργάζoμαι τὰ κατὰ τὸν κύριον τὸν κόμετα καὶ γράφω τῷ ὑμετέρῳ μεγέθει· ἐλπίζω δὲ εἰς τὸν δεσπότην θεὸν ὅτι μετὰ χαρᾶς ἔρχεται· αὐτὰ δὲ ταῦτα προσανένεγκον τῷ κυρίῳ τῷ κόμετι. ἐπίδος τῷ δεσπότῃ μου δια …