Ancient Greek
P.Oxy. 36 2759
Documentary Papyri, P.Oxy. 36 2759
Not analysed yet
τοῖς ἀγορανόμοις Κτησίδημος Σωτάδου ὑπηρέτης ἀπήνγειλα ὑμῖν συντεταχέναι τὸν τοῦ νομοῦ στρατηγὸν Ἀπολλώνιον ἀποδοῦναι Ποτάμωνι τῷ καὶ Μαξίμῳ Εὐδαίμονος τοῦ Εὐδαίμονος ἀπʼ Ὀξυρύγχων πόλεως ἣν ἔθετο διʼ ὑμῶν τῷ ἐνεστῶτι μῆνι Φαρμοῦθι …διαθήκην, τοῦτο ἀξιώσαντος τοῦ Ποτάμωνος, ἣν καὶ διʼ ἐμοῦ ἀνέλαβε. ἔτους ιθ Αὐτοκράτορος Καίσαρος Νέρουα Τραϊανοῦ Ἀρίστου Σεβαστοῦ Γερμανικοῦ Δακικοῦ Παρθικοῦ Φαρμοῦθι τετράδι καὶ εἰκάδι. Ποτάμων ὁ καὶ Μάξιμος Εὐδαίμονος τοῦ Εὐδαίμονος ἀνέλαβον τὴν προκειμένην διαθήκην.