Ancient Greek
P.Oxy. 36 2760
Documentary Papyri, P.Oxy. 36 2760
Not analysed yet
Τίτωι Ταίωι Σάγκτωι ἐπάρχῳ Αἰγύπτου παρὰ Διονυσίου Ἀμυντιανοῦ ἀπολυθέντος ἐξ ἱππέων ἴλης Ἀπριανῆς. ἐξ ἐνκελεύσεως Πακτουμηίου Μάγνου τοῦ ἡγεμονεύσαντος καὶ τοῦ κρατίστου στρατοπεδάρχου Κομινίου Ἀττικοῦ παρεκόμισα ἐνθάδε ἀπὸ τοῦ Ὀξυρυγχίτου νομοῦ ἐκ διαπομπῆς τοῦ στρατηγοῦ εἰς χρείας λεγεῶνος δευτέρας Τραιανῆς Ἰσχυρᾶς λώδικας ἀριθμῷ ἑπτακοσίας ἑβδομήκοντα πέντε . ἐπεὶ οὖν ἤδη τεσσαράκοντα ἡμέρας καὶ πρὸς ἐνθάδε παρακατεσχέθην καὶ οὐδέπω ἡ παράλημψις αὐτῶν ἐγένετο ὡς καὶ λειφθῆναί με καὶ τοὺς σὺν ἐμοὶ ταῖς τροφαῖς, ἀξιῶ σε, ἐάν σου τῇ τύχῃ δόξῃ, κελεῦσαι ὅταν δοκιμάσῃς παραλαβεῖν ταύτας πρὸς τὸ δύνασθαι καὶ ἐμὲ, τοῦ καιροῦ τῆς κατασπορᾶς ἐνστάντος, εἰς τὴν ἰδίαν ἀποχωρῆσαι ἵνʼ ὦ εὐεργετημένος. διευτύχει. Διονύσιος Ἀμυντιανὸς ἐπιδέδωκα.