Ancient Greek
P.Oxy. 36 2767
Documentary Papyri, P.Oxy. 36 2767
Not analysed yet
τοῖς ἀποδειχθησομένοις ὑπάτοις τὸ γ. Διοσκουρίδῃ λογιστῇ Ὀξυρυγχείτου παρὰ Ὡριγένους Κορνηλίου καὶ Καλαμόιτος σκυτέως καὶ τῶν μετόχων πάντων ἀπὸ τῆς αὐτῆς πόλεως. ὁμολογοῦμεν ὀμνύντες τὸν σεβάσμιον θεῖον ὅρκον τῶν δεσποτῶν ἡμῶν ἀνικήτων βασιλέων πᾶσαν ἐπιμέλειαν καὶ ὑπηρεσίαν καὶ τοὺς συνήθεις ποτισμοὺς ἀδιαλείπτως ἐπάναγκες ποιήσασθαι τῆς ἐκ μείζονος προστάξεως νεωστὶ κατατεθείσης περσέας πρὸς τοῖς ἡμετέροις οἴκοις ἐπὶ τοῦ δρόμου Ψὲς πρὸς τὸ ζωογονεῖν καὶ εὐθαλεῖν διὰ παντός, ἔτι τε καὶ τὴν τήρησιν καὶ παραφυλακὴν τῆς περιβολῆς τῆς ἀνοικοδομῆς τῆς αὐτῆς περσέας ποιήσασθαι εἰς τὸ μηδεμίαν μέμψιν ἐπακολουθήσειν ἢ ἔνοχοι εἴημεν τῷ θείῳ ὅρκῳ. ὑπατείᾳ τῇ προκειμένῃ Φαρμοῦθι γ. Ὡριγένης καὶ Καλαμόις ὠμόσαμεν τὸν θεῖον ὅρκον ὡς πρόκιται. ὁ αὐτὸς Ὡριγένης ἔγραψα ὑπὲρ τοῦ ἄλλου μὴ εἰδότος γράμματα. δρόμου Ψαίς νοτίνης πλευρᾶς ἀπὸ οἰκοπέδων Ὡριγένους οιν…πραγ ε… ἡ περσέα θ