Ancient Greek
P.Oxy. 36 2768
Documentary Papyri, P.Oxy. 36 2768
Not analysed yet
μεταξὺ Ἁρσιήσιος καὶ Ἀρσᾶ ἀμφοτέρων Πετοσίριος καὶ Μυρωνοῦτος τῆς καὶ Πτολέμας διὰ τοῦ ἀνδρὸς Θέωνος, παρόντων Ἀπολλωνίου Ἰσχυρίωνος ἐξηγητεύσαντος ἐνάρχου πομπαγωγοῦ καὶ ἐπὶ τῶν στεμμάτων καὶ Φανίου Σαρᾶ ἐνάρχου ἀρχιερέως ἀμφοτέρων βουλευτῶν τῆς Ὀξυρυγχιτῶν πόλεως. ἐπεὶ ἡ Μυρωνοῦς κατάστασιν πεποίηται πρὸς τοὺς περὶ τὸν Ἁρσιῆσιν καὶ Ἁρσᾶν ἐπὶ Αὐρηλίου Ἀχιλλέως ἐνάρχου ἀρχιδικαστοῦ περὶ ἧς ἔδωκεν ὁ πατὴρ αὐτῆς ἀνακομιδῆς ὑπαρχόντων τῷ τῶν περὶ τὸν Ἁρσιῆσιν καὶ Ἁρσᾶν ἀδελφῷ Θομψήμει ὄντι καὶ προκτήτορι, ἐνγραφείσης διαστολῆς ἐν τῇ ἀνακομιδῇ περὶ τοῦ τὴν Μυρονοῦν τελείαν γενομένην εὐδοκήσειν τῇ ἀνακομιδῇ, καὶ περὶ τούτων ζητήσεως οὔσης παρὰ τῷ ἀρχιδικαστῇ. ἔδοξεν κοινῇ γνώμῃ παρόντων τῶν ἐνγεγραμμένων μεσιτῶν ὑπὲρ τοῦ δίκας μὴ ἔχειν καὶ πραγμάτων ἀπηλλάχθαι ὥστε τὴν Μυρωνοῦν λαμβάνουσαν παρὰ τῶν περὶ τὸν Ἁρσιῆσιν καὶ Ἁρσᾶν διʼ ἃ πεποίηται ἀναλώματα ἀργυρίου τάλαντον α καὶ δραχμὰς Ε, εὐδοκεῖν τῇ γενομένῃ εἰς τὸν τῶν περὶ τὸν Ἁρσιῆσιν καὶ Ἁρσᾶν ἀδελφὸν Θομψῆμιν ὄντα καὶ προκτήτορα ἀνακομιδῇ καὶ μὴ ἐνκαλεῖν αὐτὴν ἢ ἐφελεύσεσθαι μήτε αὐτῷ μήτε τοῖς παρʼ αὐτοῦ ὠνησαμένοις, πρὸς τὸ εἶναι τὴν εἰς τοὺς περὶ τὸν Ἁρσιῆσιν καὶ Ἁρσᾶν παραχώρησιν κυρίαν …ιη…