Ancient Greek
P.Oxy. 36 2774
Documentary Papyri, P.Oxy. 36 2774
Not analysed yet
Ἀγαθὸς Δαίμων Διογένους τοῦ Θέωνος Σωσικόσμιος ὁ καὶ Ἀλθαιεὺς Παυσανίᾳ Σαραπίωνος τοῦ Σαραπίωνος μητρὸς Ἀπολλωνοῦτος ἀπʼ Ὀξυρύνχων πόλεως χαίρειν. ὁμολογῶ ἔχειν παρὰ σοῦ διὰ χειρὸς ἐξ οἴκου ἀργυρίου σεβαστοῦ νομίσματος δραχμὰς ἑπτακισχιλίας πεντακοσίας αἵ εἰσιν ἀργυρίου τάλαντον ἓν καὶ δραχμαὶ χίλιαι πεντακόσιαι γίνονται τάλαντον ἓν καὶ δραχμαὶ χίλιαι πεντακόσιαι κεφαλαίου αἷς οὐδὲν τῷ καθόλου προσῆκται τόκου τριωβολείου ἑκάστης μνᾶς κατὰ μῆνα ἕκαστον ἀπὸ τοῦ εἰσιόντος μηνὸς Ἁθὺρ τοῦ ἐνεστῶτος τεσσαρεσκαιδεκάτου ἔτους Ἁδριανοῦ καίσαρος τοῦ κυρίου, ἃς καὶ ἀποδώσω σοι χωρὶς πάσης ὑπερθέσεως ἕως Φαῶφι τριακάδος τοῦ πέμπτου καὶ δεκάτου ἔτους τοῦ εἰσιόντος Ἁδριανοῦ καίσαρος τοῦ κυρίου. ἐὰν δὲ μὴ ἀποδῶ καθὰ γέγραπται ἐκτείσω σοι τὸ προκείμενον κεφάλαιον μεθʼ ἡμιολίας …