Ancient Greek
P.Oxy. 36 2775
Documentary Papyri, P.Oxy. 36 2775dupl
Not analysed yet
Αὐρήλιοι Τούρβων καὶ …ας ἀμφότεροι Αυσιρ… μητρὸς Σινθώνιος ἀπὸ κώμης …καταμένοντες ἐν ἐποικίῳ πρότερον ἱερέων Αὐρηλίῳ Μαξίμῳ Σαρᾶτος πραγματευτῇ τῶν πρότερον Ἀμμωνίωνος νυνὶ δὲ τοῦ ἱερωτάτου ταμείου χαίρειν. ὁμολογοῦμεν ὀφείλειν σοι ἃς ἔσχομεν εἰς λόγον κατασπορᾶς. τῷ μὲν διελθόντι ε ἔτει ἀπὸ γενήματος τοῦ προδιελθόντος δ ἔτους ἀρτάβας εἴκοσι ἐννέα ,τῷ δὲ ἐνεστῶτι ϛ ἔτει ἀπὸ γενήματος τοῦ διελθόντος ε ἔτους ἀρτάβας δεκαοκτώ ,τὰς ἐπὶ τὸ αὐτὸ ἀρτάβας τεσσαράκοντα ἑπτά ὧν ταξόμεθα σοὶ διάφορον τὸ φανησόμενον ἐπὶ ἑτέρων γεωργῶν τοῦ αὐτοῦ ἐποικίου, ἃσπερ ἀποδώσομεν σοὶ τῷ Παῧνι μηνὶ ἐφʼ ἅλω τοῦ ἐποικίου πυροῦ νεοῦ καθαροῦ ἀδόλου ἀβώλου ἀκρίθου κεκοσκινευμένου μέτρῳ ᾧ καὶ παρειλήφαμεν …εποι …