Ancient Greek
P.Oxy. 36 2778
Documentary Papyri, P.Oxy. 36 2778
Not analysed yet
οἱ γεωργοὶ τοῦ Ἄσφεως σῖτον ἕτοιμον ἔχουσιν. οἱ ἴδιοι ὀνηλάται τὴν πλίνθον οὐκ ἠθέλησαν μεταφέρειν λέγοντες ἔθος εἶναι κριθὴν τοῖς ὄνοις δίδοσθαι. ἀπαρτίζονται δὲ εἰς τὴν ιθ μυριάδες Γ. ἐὰν θέλῃς διʼ ὀνηλατῶν τῆς κώμης μέρος τῶν τριῶν μυριάδων ἢ καὶ τὰς τρεῖς μετενεχθῆναι πρὸς τὴν θύραν τοῦ Νεοφύτου ἐκ δραχμῶν κη μετενεχθήσεται. κλάδον ἀκάνθης εἰς μηχανὰς δύο εἰ θέλεις κοπῆναι ἐπεὶ χοινικίδες δύο καιναὶ ἀπόκεινται. τὸ λάχανον τῆς ιγ Ἐρύθεως καὶ τοῦ Λύσωνος εἰς αὔριον ἥτις ἔστιν ιδ ἕτοιμον ἐστιν παραδοθῆναι. τὸ θέμα τῶν κ ἀρταβῶν συνήλικται.