Ancient Greek
P.Oxy. 36 2779
Documentary Papyri, P.Oxy. 36 2779
Not analysed yet
ὑπατείᾳ Φλαουίων Ὀρέστου καὶ Λαμπαδίου τῶν λαμπροτάτων Τῦβι δ ἰνδικτίονος θ Φλαουίῳ Στρατηγίῳ τῷ πανευφήμῳ καὶ εὐκλεεστάτῳ ἀπὸ ὑπάτων στρατηλάτῃ καὶ πατρικίῳ πρωτεύοντι κατά τε τὴν Ἡρακλεοπολιτῶν καὶ κατὰ ταύτην τὴν λαμπρὰν Ὀξυρυγχιτῶν πόλιν διὰ Μηνᾶ οἰκέτου τοῦ καὶ ἐπερωτῶντος καὶ προσπορίζοντος τῷ ἰδίῳ δεσπότῃ τῷ αὐτῷ ὑπερφυεστάτῳ ἀνδρὶ Αὐρήλιος Ἐπίμαχος ὁ καὶ Ἀπίμα υἱὸς Φοιβάμμωνος μητρὸς Τερμουθίης ὁρμώμενος ἀπὸ ἐποικίου Παγγουλεείου κτήματος τῆς ὑμῶν ὑπερφυείας τοῦ Ὀξυρυγχίτου νομοῦ ἐναπόγραφος γεωργὸς χαίρειν. χρείας καὶ νῦν γενομένης εἰς τὴν ὑπʼ ἐμὲ γεουχικὴν μηχανὴν καλουμένην Πεντααρουραίας ἀντλοῦσαν εἰς ἄμπελον καὶ εἰς ἀρόσιμον γῆν ἄξονος ἑνὸς ἀνελθὼν ἐπὶ τῆς πόλεως ἠξίωσα τὴν ὑμῶν ὑπερφυείαν ὥστε κελεῦσαί μοι παρασχεθῆναι τὸν αὐτὸν ἄξονα καὶ εὐθέως ἡ ὑμῶν ὑπερφυεία πρόνοιαν ποιουμένη τῆς συστάσεως τῶν ἑαυτῆς πραγμάτων τὸν αὐτὸν ἄξονα παρέσχετό μοι διὰ Μοίσωνος οἰκέτου τοῦ αὐτοῦ ὑπερφυεστάτου ἀνδρὸς καινὸν ἐπιτήδειον ἀντλητικὸν εὐάρεστον, ὃν ἐδεξάμην εἰς ἀναπλήρωσιν πάντων τῶν μηχανικῶν ὀργάνων ἐν τῇ σήμερον ἡμέρᾳ ἥτις ἔστιν Τῦβι τετάρτη τοῦ ἐνεστῶτος ἔτους σζ ρπϛ τῆς παρούσης ἐνάτης ἰνδικτίονος ὑδροπαροχίας δὲ δεκάτης ἐπινεμήσεως τοῦ δὲ παλαιοῦ ἄξονος κατενεχθέντος καὶ δοθέντος εἰς τὴν μεγάλην γεουχικὴν οἰκίαν καὶ πρὸς ἀπόδειξιν τῆς ὑποδοχῆς ταύτην πεποίημαι τὴν χειρογραφίαν ἥτις κυρία ἐστὶν ἁπλῆ γραφεῖσα καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Ἐπίμαχος υἱὸς Φοιβάμμωνος ὁ προγεγραμμένος πεποίημαι τὴν χειρογραφίαν ὑποδεξάμενος τὸν καινὸν ἄξονα καὶ συμφωνεῖ μοι πάντα ὡς πρόκειται. Αὐρήλιος Μηνᾶς υἱὸς τοῦ μακαρίου Θεοδώρου ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτοῦ ἀγραμμάτου ὄντος di emu Filoxenu eteliothe …Τῦβι δ ἰνδικτίονος θ υκγ χειρογραφία Ἐπιμάχου υἱοῦ Φοιβάμμωνος ἀπὸ ἐποικίου Παγγουλεείου ὑποδοχῆς ἄξονος ἑνός