Ancient Greek
P.Oxy. 36 2785
Documentary Papyri, P.Oxy. 36 2785
Not analysed yet
χαῖρε ἐν κυρίῳ ἀγαπητὲ πάπα Σώτα πρεσβύτεροι Ἡρακλέους πολλά σε προσαγορεύομεν. τὴν ἀδελφὴν ἡμῶν Ταίωνα παραγινομένην πρὸς σὲ παράδεξαι ἐν εἰρήνῃ, καὶ ἄνθρωπον κατηχούμενον ἐν τῇ Γενέσει, εἰς οἰκοδομὴν παράδεξαι, διʼ ὧν σε καὶ τοὺς παρὰ σοὶ ἀδελφοὺς ἡμεῖς καὶ οἱ σὺν ἡμῖν προσαγορεύομεν. ἐρρῶσθαί σε ἐν κυρίῳ εὐχόμεθα, ἀγαπητὲ πάπα σδ