Ancient Greek
P.Oxy. 36 2786
Documentary Papyri, P.Oxy. 36 2786
Not analysed yet
Σαραπίων Ἰούστωι τῶι υἱῶι χαίρειν. ἔπεμψα σοὶ διὰ Παπίριος δραχμὰς κδ διώβολον, ἃς διαγράψεις ὑπὲρ Ἑρμῆτος καὶ Ἀχιλλέος καὶ σημανεῖς μοι περὶ τοῦ εἰληφέναι. ἀσπάζου τοὺς ἀδελφοὺς σοῦ μεθʼ ὧν καὶ ἔρρωσο. Παχὼν ϛ. …Ἰούστωι υἱῶι.