Ancient Greek
P.Oxy. 36 2789
Documentary Papyri, P.Oxy. 36 2789
Not analysed yet
Κλεοπάτρα Ἐπαφροδείτῳ πατρὶ πλεῖστα χαίρειν. πᾶν ποίησον παραμετρῆσαι Μώρῳ τῷ οἰκοδόμῳ κριθῆς ἀρτάβας πέντε ,ἐπεὶ διενοχλοῦμαι ὑπὸ τοῦ δεκαπρώτου, μέλλω γὰρ ἐνκλεισθῆναι. ἀλλʼ ὅρα μὴ ἀμελήσῃς. ἐρρῶσθαί σε εὔχομαι. Κελοπάτρα Μώρῳ ἀδελφῷ χαίρειν. ἔγραψα τῷ πατρί μου Ἐπαφροδείτῳ ὅπως παραμετρήσῃ σοι κριθῆς ἀρτάβας πέντε ,ἵνα διοικήσῃς τὸ κατὰ τὸν δεκάπρωτον, καὶ ἀπὸ τοῦ νῦν αὐτάρκης εἶ περὶ τούτου ἀλλʼ ὅρα μὴ ἀμελήσῃς. ἐρρῶσθαί σε εὔχομαι.