Ancient Greek
P.Oxy. 36 2788
Documentary Papyri, P.Oxy. 36 2788
Not analysed yet
…γράψαι σοι ὅπως ἀντιγράψῃς μοι πρὸ μὲν πάντων περὶ τῆς σωτηρίας ὑμῶν καὶ εἰ ὁ γεοῦχος ἠνώχλησεν ὑμῖν. παρατηρήσεις δὲ καὶ τοὺς τοῦ Σαρμάτου ἐρχομένους ἐνθάδε ὅπως διὰ αὐτῶν μοι γράψῃς περὶ ὧν βούλει. σὺν θεῷ δὲ φάναι καὶ ἐγὼ ἥξω πρὸς ὑμᾶς πρὸς τὴν πανηγυρικήν. ἄσπασαι Σαραπίωνα καὶ τὸν υἱὸν Οὐάλην καὶ Σερηνίλλαν καὶ πάντας τοὺς φιλοῦντας ἡμᾶς κατʼ ὄνομα. οὐκ ἐδυνήθην δέ τι διαπέμψασθαι ὑμῖν διὰ τὰ ὄντα κατὰ τὴν ὁδὸν ὡς καὶ ὑμεῖς οἴδατε. ἐρρῶσθαι ὑμᾶς εὔχομαι ὁλοκληροῦντας. …ἐνεχύρου ὅτι ἐξ οὗ ἐτελεύτησεν Φιλουμένη τόκον οὐ δέδωκα.