Ancient Greek
P.Oxy. 38 2850
Documentary Papyri, P.Oxy. 38 2850
Not analysed yet
Χαιρέαι στρατηγῶι παρὰ Θέωνος τοῦ Πτολεμαίου. ἀπογράφομαι εἰς τὸ ἐνεστὸς ιε ἔτος Τιβερίου καίσαρος σεβαστοῦ τὰ ὑπάρχοντά μοι πρόβατα δέκα δύο, αἶγας τρεῖς, γίνεται πρόβατα ιβ αἶγες γ, καὶ τοὺς ἐπακολουθοῦντας ἄρνας ἐρίφους. ἀναβήσονται περὶ Πέλα τῆς πρὸς λίβα τοπαρχίας καὶ διʼ ὅλου τοῦ νομοῦ διὰ νομέως Πανεχώτου τοῦ Πετεμοῦνιος ἀφήλικος ἀναγραφομένου περὶ Κερκεμοῦνιν τῆς ἄνω τοπαρχίας ἐπιμεμιγμένα τοῖς Σεντοεῦτος καὶ ἄλλων, ὧν καὶ τάξομαι τὸ καθῆκον τέλος. εὐτύχει. Σαραπίων τοπάρχης σεσημείωμαι πρόβατα δέκα δύο, αἶγας τρεῖς, γίνεται πρόβατα ιβ, αἶγες γ. ἔτους ιε Τιβερίου καίσαρος σεβαστοῦ Μεχεὶρ α.