Ancient Greek
P.Oxy. 38 2851
Documentary Papyri, P.Oxy. 38 2851
Not analysed yet
Τιβερίωι Κλαυδίωι Ἀσκληπιάδῃ στρατηγῷ καὶ Πτολεμαίωι βασιλικῷ γραμματεῖ καὶ τοῖς γράφουσι τὸν Ὀξυρυγχίτην παρὰ Ἁρμιύσιος τοῦ Ἡρακλείου τῶν ἀπὸ Σύρων κώμης τῆς πρὸς λίβα τοπαρχίας. ἀπεγραψάμην τῶ ἐνεστῶτι ϛ ἔτει Νέρωνος Κλαυδίου καίσαρος σεβαστοῦ Γερμανικοῦ αὐτοκράτορος ἐπὶ τῆς αὐτῆς κώμης τῇ πρώτῃ ἀπογραφῇ ἄρνας ἑπτά ,ἐρίφους δύο ,οἷς οὐδὲν προσγέγονεν εἰς τὴν ἐνεστῶσαν ἡμέραν πρὸς τὴν δευτέραν ἀπογραφὴν καὶ ὀμνύω Νέρωνα Κλαυδίον καίσαρα σεβαστὸν Γερμανικὸν αὐτοκράτορα μὴ ἐψεῦσθαι. διευτύχει …λλ…ς ὁ παρὰ Ἀσκληπιάδου στρατηγοῦ σεσημείωμαι. ἔτους ϛ Νέρωνος τοῦ κυρίου Ἐπεὶφ λ. Πασίων ὁ παρὰ Πτολεμαίου βασιλικοῦ γραμματέως σεσημείωμαι. ἔτους ϛ Νέρωνος τοῦ κυρίου Ἐπὶφ λ.