Ancient Greek
P.Oxy. 38 2854
Documentary Papyri, P.Oxy. 38 2854dupl
Not analysed yet
Αὐρηλίῳ Πασίωνι τῷ καὶ Ἀπολλωνίῳ γυμνασιαρχήσαντι ἐνάρχῳ πρυτάνει βουλευτῇ τῆς Ὀξυρυγχειτῶν πόλεως. παρὰ Σεπτιμίου Εὐδαίμονος γυμνασιάρχου βουλευτοῦ τῆς αὐτῆς πόλεως υἱοῦ Σεπτιμίου Σερήνου ἐξηγητεύσαντος καὶ πρυτανεύσαντος τῆς αὐτῆς πόλεως. ἐπεὶ παρὰ τὰ γενόμενά μοι ὑπὸ τῆς κρατίστης βουλῆς ψηφίσματα ἐφʼ οἷς πεποίημαι τῆς ἀναδοχῆς τῆς γυμνασιαρχίας ὅροις πρὸς τὰς δυνάμεις μου ὠνόμασάς με σήμερον ἥτις ἔστιν ιϛ ἐν τῇ κρατίστῃ βουλῇ εἰς εὐθηνιαρχίας ἡμέρας παρʼ αὐτὸ μὲν ἐπὶ τῶν ὑπομνημάτων τῆς βουλῆς ἔκστασίν σοι προεβαλόμην καὶ νῦν δὲ διὰ τῶνδε τῶν βιβλιδίων τὴν ἔκστασίν σοι προσφέρω παντὸς τοῦ ὑπάρχοντός μοι πόρου ἐπὶ τῷ σὲ ἀντιλαβόμενον τῶν ὑπαρχόντων μοι ἀποπληρῶσαι ὑπὲρ ἐμοῦ τήν τε γυμνασιαρχίαν καὶ εὐθηνιαρχίαν καὶ τὰ ἑπόμενα αὐτῇ ἀναλώματα πάντα ἔτι δὲ καὶ τὰ ὀφειλόμενα ὑπʼ ἐμοῦ σιτικὰ καὶ ἀργυρικὰ τελέσματα ὑπέρ τε ὧν κέκτημαι ὑπαρχόντων καὶ οὗ ἔχω ἐν μισθώσει μέρους οὐσίας πρότερον Κλαυδίου Συρίωνος αἰωνογυμνασιάρχου τῆς λαμπροτάτης Ἀλεξανδρείας. πρὸς ἅπερ τελέσματα πάντα ὁ ἐκβὰς οἶνος ἀπὸ τῶν χωρίων κατενεγυήθη ὑπὸ τῶν δεκαπρώτων. καὶ ἐπερωτηθεὶς ὡμολόγησα. ἔτους ϛ Αὐτοκρατόρων Καισάρων Μάρκων Ἰουλίων Φιλίππων Εὐσεβῶν Εὐτυχῶν Σεβαστῶν Ἁθὺρ ἑκκαιδεκάτῃ. …απια ἀδελφῇ