Ancient Greek
P.Oxy. 38 2855
Documentary Papyri, P.Oxy. 38 2855dupl
Not analysed yet
τῷ κοινῷ τῶν λαογράφων τῆς λαμπρᾶς καὶ λαμπροτάτης Ὀξυρυγχιτῶν πόλεως διὰ τοῦ ἑνὸς αὐτῶν Αὐρηλίου Διογένους τοῦ καὶ Ἑρμείου τοῦ ἐνεστῶτος ζ ἔτους καὶ ϛ ἔτους παρὰ Αὐρηλίου Κορνηλίου Ἰσιδώρου μητρὸς Θαήσιος ἀπὸ τῆς λαμπρᾶς καὶ λαμπροτάτης Ὀξυρυγχιτῶν πόλεως. βούλομαι πρώτως ἀπογράψασθαι παρὰ σοὶ τὸν τοῦ φίλου μου καὶ μετηλλαχότος Ἀριανοῦ οὐετρανοῦ τῶν ἐντίμως ἀπολελυμένων υἱὸν Αὐρήλιον Ἀριανὸν ἐκ μητρὸς Διονυσίας ἐπʼ ἀμφόδου Παμμένους Παραδείσου ὄντα πρὸς τὸ ἐνεστὸς ζ ἔτος καὶ ϛ ἔτος ἐτῶν ιγ δωδεκάδραχμον ἀπὸ γυμνασίου. διὸ ἐπιδίδωμι τὸ ὑπόμνημα ἀξιῶν αὐτὸν ταγῆναι εἰς τὴν τῶν ὁμηλίκων τάξιν ὡς καθήκει καὶ ὁμνύω τὸν ἔθιμον Ῥωμαίοις ὅρκον μὴ ἐψεῦσθαι. ἔτους ζ Αὐτοκράτορος Καίσαρος Γαίου Αὐρηλίου Οὐαλερίου Διοκλητιανοῦ καὶ ἔτους ϛ Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Οὐαλερίου Μαξιμιανοῦ Γερμανικῶν μεγίστων Εὐσεβῶν Εὐτυχῶν Σεβαστῶν Φαρμοῦθι θ. Αὐρήλιος Κορνήλιος ἐπιδέδωκα καὶ ὤμοσα τὸν ὅρκον ὡς πρόκειται. Παμμένους Παραδείσου Ἀρειανὸς Ἀρειανοῦ ἐτῶν ιγ Ἀρειανὸς υἱὸς Ἀρειανοῦ οὐετρανοῦ ἐν Θω… διὰ Κορνηλίου κωμαστοῦ προτομῶν π…χων ἐν τῇ αὐτῇ κώμῃ.