Ancient Greek
P.Oxy. 38 2860
Documentary Papyri, P.Oxy. 38 2860
Not analysed yet
Ἡρακλάμμων Καλλίστῳ τῶι τιμιωτάτῳ τέκνῳ χαίρειν. ἤδη σοι καὶ ἄλλας ἐπιστολὰς ἔπεμψα ἱκανὰς καὶ σύ μοι οὐκέτι ἀντέγραψας. καλῶς οὖν ποήσεις ὁπόταν πληρώσῃς τὴν συνγραφὴν ἢ ὡς δήποτε γενέσθαι πρὸς ἐμὲ καθώς μοι ἔγραψας. ἡγοῦμαι γὰρ ὅτι ἄμεινον ἡμᾶς ἀνέχεσθαι ἀλλήλων ἢ ξένων ὡς καὶ πρότερον ἔγραψά σοι περὶ παιδίων ἐὰν που ἐπινοῇς. καὶ γὰρ ἡ γραῖα ἔπεμψέ μοι ἀπὸ Ἀλεξανδρείας ὅτι ἂν σχῇς Κάλλιστον ἔχεις τὰ παιδία. ἐὰν δὲ παραγένῃ οὐδὲν ἔσται μέσον ἡμῶν τὸ δυνάμενον ἐμὲ ἢ σὲ λυπῆσαι. ἐφρόντισα δὲ καὶ νεανίσκων πετευριστῶν τριῶν . ταχέως οὖν μοι γράψον ἵνα εὐψυχῶ …ἄσπασαι τὴν ἀγαθὴν Φλουρεντίαν σου καὶ τὰ τέκνα σου καὶ Κάνωπον. ἀσπάζεταί σε Κύριλλα καὶ τὰ κοράσια… ἐρρῶσθαί σε εὔχομαι ἀπόδος Καλλίστῳ ἀπὸ Ἡρακλάμμωνος