Ancient Greek
P.Oxy. 38 2861
Documentary Papyri, P.Oxy. 38 2861
Not analysed yet
Ἀπολλώνιος Διοσκουρίδῃ τῷ φιλτάτῳ χαίρειν. ὡς κατʼ ὄψιν σε ἠρώτησα ἐκτενῶς τὴν ἀπαίτησιν ποιήσασθαι τῶν παρὰ σοὶ ὀνομάτων καὶ νῦν σε ἐρωτῶ ἐπὶ πλέον προσελθεῖν τῇ ἀπαιτήσει ἐξαιρέτως καὶ τῶν στερεῶν ὀνομάτων ἐπεὶ πάντα ἠναγκάσθημεν βαλεῖν ἐπὶ τράπεζαν. εὗρον καὶ τὸν Πολυδᾶν μηδὲν ἀπῃτηκότα καὶ ἀναγκαίως ἐνθάδε μεμένηκα. ἔρρωσο. Διοσκουρίδῃ παρὰ Ἀπολλωνίου φίλου.