Ancient Greek
P.Oxy. 38 2864
Documentary Papyri, P.Oxy. 38 2864
Not analysed yet
Θέων Ἡρακλείδου τοῦ Σαραπίωνος μητρὸς Ἀλίνης Φαύστῳ τῷ καὶ Ἀμφίωνι σιτολόγῳ ἀπηλιώτου τοπαρχίας Πακέρκη τόπων χαίρειν. διάστειλον ἀφʼ ὧν ἔχεις μου ἐν θέματι πυροῦ γενήματος ζ ἔτους Ἁδριανοῦ τοῦ κυρίου Ἀρσινόῃ Θέωνος ἀρτάβας δέκα ἓξ τέταρτον χοίνικας ἓξ, γίνονται ἀρτάβαι ιϛ δ χοίνικες ϛ. ἔτους ἑβδόμου αὐτοκράτορος καίσαρος Τραιανοῦ Ἁδριανοῦ σεβαστοῦ ἐπαγομένων γ.