Ancient Greek
P.Oxy. 38 2863
Documentary Papyri, P.Oxy. 38 2863
Not analysed yet
Λεοντᾶς Διδύμου Διογένει σιτολόγωι ἀπηλιώτου τοπαρχίας Φοβόου τόπων χαίρειν. διάστειλον ἀφʼ οὗ μου ἔχεις ἐν θέματι πυροῦ γενήματος τοῦ ἐνεστῶτος ζ ἔτους Ἁδριανοῦ καίσαρος τοῦ κυρίου ἀρτάβας ἑκατὸν τριάκοντα, γίνονται πυροῦ ἀρτάβαι ρλ Σαρᾷ καὶ Θεογένει ἀμφοτέροις Θεογένους. ἔτους ζ αὐτοκράτορος καίσαρος Τραιανοῦ Ἁδριανοῦ σεβαστοῦ Μεσορὴ κθ.