Ancient Greek
P.Oxy. 4 717
Documentary Papyri, P.Oxy. 4 717
Not analysed yet
μέτρωι ἐνβαλοῦμαι. ἐκβοῶντος δέ μου καὶ κράζοντος τὰ τοσαῦτα …ψατό με λέγων ὅτι τοῖς μέτροις σου οὐ θέλω εἰσχρήσασθαι, ἠνάγκασμαι δὲ ὑπʼ αὐτοῦ ἄλλο μέτρον ἀγοράσαι. ἀγοράσαντος δέ μου αὐτὸ παρέχω ἔχων τὸν κυβερνήτην καὶ συμβάλλω αὐτὸ κατε… εὑρίσκω αὐτὸ πρὸς τὸ δίλετον, εἰσπορεύομαι εἰς τὴν Αὐασιν ἔχων αὐτὸ καὶ παραλαμβάνω Ἀσίην τὸν ἀδελφὸν Ἐρασίππου μετὰ τούτων οὖν εἰσπορεύομαι πρὸς τὸν στρατηγὸν ἔχων αὐτὸ καὶ συμβάλλων αὐτὸ πρὸς τὸ χαλκοῦν μέτρον ἐν τῶι συνεδρίῳ εὑρίσκω αὐτὸ εἶναι μείζω δύο ταῖς ἑκατόν . ἐγὼ οὖν ἐβόων καὶ ἔκραζον …ερον τὸ χαλκοῦν ἄδικόν ἐστι καὶ οὐκ ἔστιν δίκαιον …ἐν τῶι συνεδρίῳ σὺν τῶι στρατηγῶι ἐκράζοσαν …βοώντων δʼ αὐτῶν εἰσφέρω τὸ δίλετον …βοῶν καὶ κράζων ὅτι τοῦτο ἔστι …ἠνάγκασμαι βοᾶν αὐτῶι ὅτι …δὲ οὐκ ἐνβάλλομαι ὧδε …ἐντυγχάνοντος πυκνὰ …τοῦ δρόμου τ…