Ancient Greek
P.Oxy. 4 718
Documentary Papyri, P.Oxy. 4 718
Not analysed yet
Τίτῳ Κλαυδίῳ Ξενοφῶντι τῷ κρατίστῳ ἐπιστρατήγῳ παρὰ …Ἀνθεστίου Πρείμου τοῦ καὶ Λολλιανοῦ …σαντος καὶ ἀρχιερατεύσαντος …τῆς Ὀξυρυγχειτῶν πόλεως …ἐπριάμην μὲν παρὰ Διονυσίου ἐκ τοῦ …ου σὺν τῷ Ἀλεξάνδρου τὰς περὶ Σέννιν …ὑπαρχούσας αὐτῷ ἐκ διαιρέσεως γενομένης πρὸς …καὶ τὸν ἀδελφὸν Ἀπολλώνιον νεώτερον ἀρούρας σιτικὰς πεντήκοντα δὺο ἥμισυ καὶ ἐν οἰκοπέδοις ἀρούρης ἥμισυ καθαρὰς ἀπὸ βασιλικῆς καὶ οὐσιακῆς καὶ ἱερᾶς ἀκολούθως ᾗ πεποίημαι πρὸς τοὺς ἀδελφοὺς διαιρέσει τελοῦντός μου τὰ τῆς ἰδιωτικῆς μόνης δημόσια. χρόνῳ δὲ παμπόλλῳ ὕστερον μετὰ τεσσαράκοντα ἔτη οὐκ οἶδʼ ὅπως τοῦ πράτου Διονυσίου ἀποθανόντος ὁ τῆς …α κωμογραμματεὺς περὶ ὅν ἐστιν καὶ ἡ Σέννις ὡς ἐξ ἐπερωτήσεως κτήτορος παρʼ οὗ δεήσει τὴν ἀπαίτησιν ποιήσασθαι δημοσίων ἀρουρῶν τεσσάρων βασιλικῆς ἐν πυροῦ ἀρτάβαις δεκαπέντε προσεφώνησεν τὰς τέσσαρας ταύτας ἀρούρας τῆς βασιλικῆς συναναμίγους εἶναι τῇ ὑπαρχούσῃ μοι γῇ τῶν πεντήκοντα τριῶν ἃς ἐπριάμην παρὰ τοῦ Διονυσίου καὶ …ου, ὡς ἐκ τούτου δεῖν τὰ δημόσια ὑπʼ ἐμοῦ ἀποδοθῆναι …υ μήτε βασιλικὴν συνανάμιγον ἐσχηκότος μηδʼ αὖ γεωργοῦντος μηδʼ ὅλως γνωρίζοντός τι τῶν ὑπὸ τοῦ κωμογραμματέως προσφωνηθέντων ἔτι δὲ ἄνωθεν τῶν δημοσίων ἀποδιδομένων ὑπὲρ τῶν αὐτῶν ἀρουρῶν τεσσάρων ὡς εἰκὸς ὑπὸ ἑτέρων. ἐπεὶ οὖν βλάβη ἔπαθον οὐκ ὀλίγα, ἄδικον δὲ μὴ γεωργοῦντα ἀπαιτεῖσθαί με δημόσια ὑπὲρ ἀλλοτρίας γῆς, δέομαι, ἐάν σοι δόξῃ, γράψαι τῷ τοῦ νομοῦ στρατηγῷ ἵνα ᾧ προσῆκόν ἐστιν τοῦτο πρᾶξαι ἐπιστείλῃ κατὰ τὰ διατεταγμένα ἐνιευ… τὰς ὑπὸ τοῦ κωμογραμματέως προσφωνηθείσας ἀρούρας τέσσαρας βασιλικῆς συναναμίγους εἶναι τῇ ἰδιωτικῇ μου καὶ …προσφωνήσῃ τὸν ἐπικρατοῦντα παρʼ οὗ καὶ εὐλόγως ἡ ἀπαίτησις τῶν δημοσίων γενήσεται. περὶ γὰρ ὧν ἀπῃτήθην οὐ δέον δημοσίων μενεῖ μοι ὁ λόγος πρὸς τὸν φανησόμενον, ἀντιποιούμενον, ἵνʼ ὦ βεβοηθημένος. διευτύχει. …Ἀνθέστιος Πρεῖμος ὁ καὶ Λολλιανὸς διὰ Ἀπολλωνίου …ἐπιδέδωκα.