Ancient Greek
P.Oxy. 4 726
Documentary Papyri, P.Oxy. 4 726
Not analysed yet
ἔτους ἐννεακαιδεκάτου Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ Τῦβι ἐν Ὀξυρύγχων πόλει τῆς Θηβαίδος. ὁμολογεῖ Ἀπολλώνιος Ἀπολλωνίου τοῦ Διογένους μητρὸς Τανεχωταρίου τῆς καὶ Εὐτέρπης Διογένους ἀπʼ Ὀξυρύγχων πόλεως ἀπὸ τῆς αὐτῆς πόλεως, ἐν ἀγυιᾷ, οὐ δυνάμενος διʼ ἀσθένειαν πλεῦσαι ἐπὶ τὸν τοῦ νομοῦ διαλογισμόν, αὐτόθεν συνεστακέναι τὸν τὸν ὑπὲρ αὐτοῦ λόγον ποιησόμενον περὶ τῶν πρὸς αὐτὸν ζητηθησομένων ἐπί τε τοῦ κρατίστου ἡγεμόνος Πετρωνίου Μαμερτείνου καὶ τοῦ ἐπιστρατήγου Γελλίου Βάσσου ἢ καὶ ἐφʼ ἑτέρων κριτῶν καὶ πάντα ἐπιτελέσοντα περὶ τῶν κατὰ τὴν σύστασιν, εὐδοκεῖ γὰρ ἐπὶ τούτοις. κυρία ἡ ὁμολογία.