Ancient Greek
P.Oxy. 4 727
Documentary Papyri, P.Oxy. 4 727
Not analysed yet
Ι…ρ…μ…ει Ἰσιδώρου γενομένου ἐξηγητοῦ υἱῷ γενομένῳ στρατηγῷ τῆς πόλεως ἱερεῖ ἀρχιδικαστῇ καὶ πρὸς τῇ ἐπιμελείᾳ τῶν χρηματιστῶν καὶ τῶν ἄλλων κριτηρίων διὰ Δημητρίου Ἡρακλείδου γενομένου ἐξηγητοῦ υἱοῦ διέποντος τὰ κατὰ τὴν ἀρχιδικαστείαν παρὰ Γαίων Μαρκίων Ἀπίωνος τοῦ καὶ Διογένους καὶ Ἀπολιναρίου τοῦ καὶ Ἰουλιανοῦ καὶ ὡς χρηματίζομεν καὶ παρὰ Ὠφελᾶτος τοῦ Ὠφελᾶτος τῶν ἀπʼ Ὀξυρύνχων πόλεως. συνχωροῦσι οἱ Γάιοι Μάρκιοι Ἀπίων ὁ καὶ Διογένης καὶ Ἀπολινάριος ὁ καὶ Ἰουλιανὸς οὐ δυνάμενοι κατὰ τὸ παρὸν τὸν εἰς Αἴγυπτον πλοῦν ποιήσασθαι συνεστακέναι τὸν προγεγραμμένον Ὠφελᾶν ὄντα καὶ τῶν ὑπαρχόντων αὐτοῖς ἐν τῷ Ὀξυρυνχείτῃ νομῷ φροντιστὴν καὶ κατὰ τήνδε τὴν συνχώρησιν φροντιοῦντα καὶ ἐπιμελησόμενον ὧν καὶ αὐτοὶ ἐπιτροπεύουσιν ἀφηλίκων ἑαυτῶν ἀδελφιδῶν Οὐαλερίων Θεοδότου τοῦ καὶ Πωλίωνος καὶ Ἀπολλωναρίου τῆς καὶ Νεικαρέτης ἔτι δὲ καὶ ἀπαιτήσοντα φόρους καὶ ἐγμισθώσοντα ἃ ἐὰν δέον ἦν καὶ καταστησόμενον πρὸς οὓς ἐὰν δέῃ καὶ γένη διαπωλήσοντα ἃ ἐὰν δέον ᾖ τῇ αὐτοῦ πίστει, διὸ τοὺς πρὸς τούτοις ὄντας συνχρηματίζειν τῷ Ὠφελᾷ ἕκαστα τῶν προκειμένων ἐπιτελοῦντι, καὶ λόγους ὧν ἐὰν ἐπιτελέσῃ κατὰ μῆνα ἕκαστον διαπεμψομένῳ αὐτοῖς πάντα δὲ ἐπιτελέσοντι καθὰ καὶ αὐτοῖς παροῦσι ἐξῆν, ἐπεὶ καὶ ὁ συνιστανόμενος Ὠφελᾶς εὐδοκεῖ τῇδε τῇ συνχωρήσει, κυρίων ὄντων ὧν ἔχουσι ὅ τε Ἀπίων ὁ καὶ Διογένης καὶ Ἀπολινάριος ὁ καὶ Ἰουλιανὸς ἀλλήλων γραμμάτων παντοίων πάντων. ἀξιοῦμεν. ἔτους ἑπτακαιδεκάτου Αὐτοκράτορος Καίσαρος Αἰλίου Ἁδριανοῦ Ἀντωνείνου Σεβαστοῦ Εὐσεβοῦς Μεχεὶρ β. Ἀμμώνιος …α